Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.33 Dem. 21.36 (English) >>Dem. 21.39

21.35ἦν τῆς βλάβης ὑμῖν νόμος πάλαι, ἦν τῆς αἰκείας, ἦν τῆς ὕβρεως. εἰ τοίνυν ἀπέχρη τοὺς τοῖς Διονυσίοις τι ποιοῦντας τούτων κατὰ τούτους τοὺς νόμους δίκην διδόναι, οὐδὲν ἂν προσέδει τοῦδε τοῦ νόμου. ἀλλʼ οὐκ ἀπέχρη. σημεῖον δέ· ἔθεσθʼ ἱερὸν νόμον αὐτῷ τῷ θεῷ περὶ τῆς ἱερομηνίας. εἴ τις οὖν κἀκείνοις τοῖς προϋπάρχουσι νόμοις καὶ τούτῳ τῷ μετʼ ἐκείνους τεθέντι καὶ πᾶσι τοῖς λοιποῖς ἔστʼ ἔνοχος, τοιοῦτος πότερα μὴ δῷ διὰ τοῦτο δίκην <κἂν> μείζω δοίη δικαίως; ἐγὼ μὲν οἴομαι μέζω.

21.36ἀπήγγελλε τοίνυν τίς μοι περιιόντʼ αὐτὸν συλλέγειν καὶ πυνθάνεσθαι τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι, καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον, ἄνδρες Ἀθηναῖοι, τὸν πρόεδρον ὅν ποτέ φασιν ἐν ὑμῖν ὑπὸ Πολυζήλου πληγῆναι, καὶ τὸν θεσμοθέτην ὃς ἔναγχος ἐπλήγη τὴν αὐλητρίδʼ ἀφαιρούμενος, καὶ τοιούτους τινάς, ὡς, ἐὰν πολλοὺς ἑτέρους δεινὰ καὶ πολλὰ πεπονθότας ἐπιδείξῃ, ἧττον ὑμᾶς ἐφʼ οἷς ἐγὼ πέπονθʼ ὀργιουμένους. ἐμοὶ δʼ αὖ τοὐναντίον, ἄνδρες Ἀθηναῖοι, 21.37δοκεῖτε ποιεῖν ἂν εἰκότως, εἴπερ ὑπὲρ τοῦ κοινῇ βελτίστου δεῖ μέλειν ὑμῖν. τίς γὰρ οὐκ οἶδεν ὑμῶν τοῦ μὲν πολλὰ τοιαῦτα γίγνεσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν, τοῦ δὲ μηδένʼ ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθένθʼ ἣν προσήκει διδόναι μόνον αἴτιον ἂν γενόμενον; εἰ μὲν τοίνυν ἀποτρέψαι συμφέρει τοὺς ἄλλους, τοῦτον καὶ διʼ ἐκεῖνα κολαστέον, καὶ μᾶλλόν γʼ ὅσῳπερ ἂν πλείω καὶ μείζω· εἰ δὲ παροξῦναι καὶ τοῦτον καὶ πάντας, ἐατέον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.33 Dem. 21.36 (English) >>Dem. 21.39

Powered by PhiloLogic